Analytica priora

Aristotle

Aristotle. Analytica Priora et Posteriora. Ross, W. D., editor. Oxford: E. Typographeo Clarendoniano, 1964.

Τὰ δʼ αὐτὰ προβλήματά ἐστι τὰ μὲν τῷ τὸ αὐτὸ μέσον ἔχειν, οἶον ὅτι πάντα ἀντιπερίστασις. τοίων δʼ ἔνια τῷ γένει ταὐτά, ὅσα ἔχει διαφορὰς τῷ ἄλλων ἢ ἄλλως εἶναι, οἷον διὰ τί ἠχεῖ, ἢ διὰ τί ἐμφαίνεται, καὶ διὰ τί ἶρίς· ἅπόντα γὰρ ταῦτα τὸ αὐτὸ πρόβλημά ἐστι γένει (πάντα γὰρ ἀνάκλασις), ἄλλʼ εἴεδι ἕτερα. τὰ δὲ τῷ τὸμέσον ὑπὸ τὸ ἕτερον μέσον εἶναι διαφέρει τῶν προβλημάτων, οἶον διὰ τί ὁ Νεῦλος φθίνοντος τοῦ μηνὸς μᾶλλον ῥεῖ; διότι χειμεριώτερος φθίνων ὁ μείς. διὰ τί δὲ χειμεριώτερος φθίνων; διότι ἡ σελήνη ἀπολείπει. ταῦτα γὰρ οὕτως ἔχει πρὸς ἄλςτμια.

179

Περὶ δʼ αἰτίου καὶ οὗ σἴτιον ἀπορήσειε μὲν ἄν τις, ἄρα ὅτε ὑπάρχει τὸ αἰτιατόν, καὶ τὸ αἴτιον ὑπάρχει (ὥσπερ εἰ φυλλορροεῖ ἢ ἐκλείπει, καὶ τὸ αἴτιον τοῦ ἐκλείπειν ἢ φυλλορροεῖν ἔσται· οἶον εἰ τοῦτʼ ἔστι τὸ πλατέα ἔχειν τὰ φύλλα, τοῦ δʼ ἐκλείπειν τὸ τὴν γῆν ἐν μέσῳ εἶναι· εἰ γὰρ 98 b μἡ ὑπάρχει, ἄλλο τι ἔσται τὸ αἴτιον αὐτῶν), εἴ τε τὸ αἴτιον ὑπάρχει, ἄμα καὶ τὸ αἰτιατόν (οἷον εἰ ἐν μέσῳ ἡ γῆ, ἐκλείπει, ἢ εἰ πλατύφυλλον, φυλλορροεῖ). εἰ δʼ οὕτως, ἅμʼ ἄν εἴη καὶ δεικνύοιτο διʼ ἀλλήλων. ἔστω γὰρ τὸ φυλλορροεῖν ἐφʼ οὔ Α, τὸ δὲ πλατύφυλλον ἐφʼ οὗ Β, ἄμπελος δὲ ἐφʼ οὗ Γ. εἰ δὴ τῷ Β ὑπάρχει τὸ (πᾶν γὰρ πλατύφυλλον φυλλορροεῖ), τῷ δὲ Γ ὑπάρχει τὸ Β (πᾶσα γὰρ ἄμπελος πλατύφυλλος), τῷ Γ ὑπάρχει τὸ Α καὶ πᾶσα ἄμτελος φυλλορροεῖ. αἴτιον δὲ τὸ Β τὸ μέσον. ἀλλὰ καὶ ὅτι πλατύφυλλον ἡ ἄμπελος, ἔστι διὰ τοῦ φυλλορροεῖν ἀποδεῖξαι. ἔστω γὰρ τὸ μὲν Δ πλατύφυλλον, τὸ δὲ Ε τὸ φυλλορροεῖν, ἄμπελος δὲ ἐφʼ οὗ Ζ. τῷ δὴ Ζ ὑπάρχει τὸ Ε (φυλλορροεῖ γὰρ πᾶσα ἄμπελος), τῷ δὲ E τὸ Δ (ἅπαν γὰρ τὸ φυλλορροοῦν πλατύφυλλον)· πᾶσα ἄρα ἄμπελος πλατύφυλλον. αἴτιον δὲ τὸ φυλλορροεῖν. εἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων (τὸ γὰρ αἴτιον πρότερον οὗ αἴτιον, καὶ τοῦ μὲν ἐκλείπειν αἴτιον τὸ ἐν μέσῳ τὴν γῆν εἶναι, τοῦ δʼ ἐν μέσῳ τὴν γῆν εἶναι οὐκ αἴτιον τὸ ἐκλείπειν)—εἰ οὖν ἡ μὲν διὰ τοῦ αὐτίου ἀπόδειξις τοῦ διὰ τί, ἡ δὲ μὴ διὰ τοῦ αὐτίου τοῦ ὅτι, ὅτι μὲν ἐν μέσῳ, οἶδε, διότι δʼ οὔ. ὅτι δʼ οὐ τὸ ἐκλείπειν αἴτιον τοῦ ἐν μέσῳ, ἀλλὰ τοῦτο τοῦ ἐκλείπειν, φανερόν· ἐν γὰρ τῷ λόγῳ τῷ τοῦ ἐκλείπειν ἐνυπάρχει τὸ ἐν μέσῳ, ὥστε δῆλον ὅτι διὰ τούτουω ἐκεῖνο γνωρίεται, ἀλλʼ οὐ τοῦτο διʼ ἐκείνου.

Ἤ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι; καὶ γὰρ εἰ ἔστι τὸ αὐτὸ πλειόνων τπρώτων κατηγορεῖσθαι, ἔστω τὸ Α τῷ Β πρώτω ὑπάρχον, καὶ τῷ Γ ἄλλῳ πρώτω, καὶ ταῦτα τοῖς Δ Ε. ὑπάρξει ἄθρα τὸ Α τοῖς Δ Ε. αἴτιον δὲ τῷ μὲν Δ τὸ Β, τῷ δὲ Ε τὸ Γ· ὥστε τοῦ μὲν αἰτίου ὑπάρχοντος ἀνάγκη

180
τὸ πρᾶγμα ὑπάρχειν, τοῦ δὲ πράγματος ὑπάρχοντος οὐκ ἀνάγκη πᾶν ὅ ἄν αἴτιον, ἀλλʼ αἴτιον μέν, οὐ μέντοι πᾶν. ἢ εἰ ἀεὶ καθόλου τὸ πρόβλημά ἐστι, καὶ τὸ αἴτιον ὅλον τι, καὶ οὗ σἴτιον, καθόλου; οἵον τὸ φυλλορροεῖν ὅλῳ τινὶ ἀφωρισμένον, κἄν εἶδη αὐτοῦ ᾖ, καὶ τοισδὶ καθόλου, ἢ φυτοῖς ἢ τοιοισδὶ φυτοῖς· ὥστε καὶ τὸ μέσον ἴσον δεῖ εἶναι ἐπὶ τούτων καὶ οὗ αἴτιον, καὶ ἀντιστρέφειν. οἷον διὰ τί τὰ δένδρα φυλλορροεῖ; εἰ δὴ διὰ πῆξιν τοῦ ὑγροῦ, εἴτε φυλλορροεῖ δένδρον, δεῖ ὑπάρχειν πῆξιν,ῇ εἴτε πῆξις ὑπάρχει, μὴ ὁτῳοῦν ἀλλὰ δένδρῳ, φυλλορροεῖν.

[*](99a)

Πότερον δʼ ἐνδέχεται μὴ τὸ αὐτὸ αἴτιον εἶναι τοῦ αὐτοῦ πᾶσιν ἀλλʼ ἕτερον, ἢ οὔ; ἢ εἰ μὲν καθʼ αὐτὸ ἀποδέδεικταιI καὶ μὴ κατὰ σημεῖον ἢ συμβεβηκός, οὐχ οἶόν τε· ὁ γὰρ λόγος τοῦ ἄκρου τὸ μέσον ἐστίν· εἰ δὲ μὴ οὕτως, ἐνδέχεται. ἔστι δὲ καὶ οὗ αἴτιον καὶ σκοπεῖν κατὰ συμβεβηκός· οὐ μὴν δοκεῖ προβλήματα εἶναι. εἰ δὲ μή, ὁμοίως ἕξει τὸ μέσον· εἰ μὲν ὁμώνυμα, ὁμώνυμον τὸ μέσον, εἰ δʼ ὡς ἐν γένει, ὁμοίως ἔξει. οον διὰ τί καὶ ἐναλλὰξ ἀνάλογον; ἄλλο γὰρ σἴτιον ἐν γραμμαῖς καὶ ἀριθμοῖς καὶ τὸ αὐτό γε, ἧ μὲν γῳραμμή, ἄλλο, ᾖ δʼ ἔχον αὐξησιν τοιονδί, τὸ αὐτό. οὕτως ἐπὶ πάντων. τοῦ δʼ ὅμοιον εἶναι χρῶμα ρώματι καὶ σχῆμα σχήματι ἄλλο ἄλλῳ. ὁμώνυμον γὰρ τὸ ὅμοιον ἐπὶ τούτων· ἔνθα μὲν γὰρ ἴσως τὸ ἀνάλογον ἔχειν τὰς πλευρὰς καὶ ἴσας τὰς γωνίας, ἐπὶ δὲ χρωμάτων τὸ τὴν αἴσθησιν μίαν εἶναι τι ἄλλο τοιοῦτον. τὰ δὲ κατʼ ἀναλογίαν τὰ αὐτὰ καὶ τὸ μέσον ἔξει κατʼ ἀναλογίαν.

Ἔχει δʼ οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις καὶ οὗ αἴτιον καὶ ὧ αἴτιον· καθʼ ἕκαστον μὲν λαμβάνοντι τὸ οὗ σιτίον ἐπὶ πλέην, οἶον τὸ τέτταρσιν ἴσας τὰς ἔξω ἐπὶ πλέον ἢ τρίγωνον ἢ τετράγωνον, ἅπασι δὲ ἐηʼ ἴσον (ὅσα γὰρ τέτταρσιν ὀρθαῖς ἴσας τὰς ἔξω)· καὶ τὸ μέσον ὁμοίως. ἔστι δὲ τὸ μέσον λόγος

181
τοῦ τπρώτοο ἄκρου, διὸ πᾶσαι αἱ ἐπιστῆμαι διʼ ὁρισμοῦ γίγνονται. οἶον τὸ φυλλορροεῖν ἅμα ἀκολουθεῖ τῇ ἀμπέλῳ καὶ ὑτπερέχει, καὶ συκῇ, καὶ ὑπερέχει· ἀλλʼ οὐ πάντων, ἄλλʼ ἴσον. εἰ δέὴ λάβοις τὸ πρῶτον μέσον, λόγος τοῦ φυλλορροεῖν ἐστιν. ἔσται γὰρ πρῶτον μὲν ἐπὶ θάτερα μέσον, ὅτι τοιαδὶ ἅπόντα· εἶτα τούτοο μέσον, ὅτι ὀπὸς πήγνυται ᾖ τι ἄλλο τοιοῦτον. τί δʼ ἐστὶ τὸ φυλλορροεῖν; τὸ πήγνυσθαι τὸν ἐν τῇ συναφεῖ τοῦ στπέρματος ὀπόν.

Επὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει ητποῦσι τὴν παρακολούθησιν τοῦ αἰτίου καὶ οὗ αἴτιον. ἔστω τὸ Α τῷ Β ὑπάρχειν παντί, τὸ δὲ Β ἑκάστῳ τῶν Δ, ἐπὶ πλέον δέ. τὸ μὲν δἡ Β καθόλου ἂν εἴη τοῖς Δ τοῦτο γὰρ λέγω καθόλου ὧ μὴ ἀντιστρέφει, τπρῶτον δὲ καθόλου ᾦ ἕκαστον μὲν μὴ ἀντιστρέφει, ἄτπαντα δὲ ἀντιστρέφει καὶ παρεκτείνει. τοῖς δὴ Δ αἴτιον τοῦ ἀ τὸ Β. δεῖ ἄρα τὸ ἐπὶ πλέον τοῦ Β ἐπεκτείνειν· εἰ δὲ μή, τί μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰ δὴ πᾶσιν ὑπάρχει τοῖς ʼ τὸ Α, ἔσται τι ἐκεῖνα ἓν ἀπόντα ἄλλο τοῦ Β. εἰ γὰρ μή, πῶς ἔσται εἰπεῖν ὅτι ᾦ τὸ E, τὸ Α παντί, δὲ τὸ , οὐ παντὶ τὸ Ε; διὰ τί γὰρ οὐκ ἔσται [*](99b) τι αἴτιον οον τὸ Α] ὑπάρχει πᾶσι τοῖς Α; ἀλλʼ ἆρα καὶ τὰ ἔσται τι ἕν; ἐπισκέψασθαι δεῖ τοῦτο, καὶ ἔστω τὸ ' ἐνδέχεται δὴ τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, ἀλλʼ οὐ τοῖς αὐτοῖς τῷ εδει, οἶον τοῦ μακρόβια εἶναι τὰ μὲν τετράτποδα τὸ μὴ ἔχειν χολήν, τὰ δὲ πτηνὰ τὸ ξηρὰ εἶναι ἢ ἕτερόν τι.

Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθὺς ἔρχονται, καὶ μὴ μόνον

ἓν τὸ μέσον ἀλλὰ πλείω, καὶ τὰ αἴτια πλείω. τπότερον δʼ αἴτιοντῶν μέσων, τὸ πρὸς τὸ καθόλου πρῶ τὸν ἢ τὸ πρὸς τὸ καθʼ ἕκαστον, τοῖς καθʼ ἕκαστον; δῆλον δὴ ὅτι τὸ ἐγγύτατα ἑκάστῳ

182
ᾧ αἴτιον. τοῦ γὰρ τὸ πρῶτον ὑπὸ τὸ| καθόλου ὑπάρχειν τοῦτο αἴτιον, οἷον· τῷ Δ τὸ Γ τοῦ τὸ Β| ὑπάρχειν αἴτιον. τῶ μὲν οὖν Δ τὸ Γ αἴτιον τοῦ Α, τῷ δὲ Γ |τὸ Β, τούτῳ δὲ αὐτό.

Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως, τί τε ἑκάτερόν ἐστι καὶ πῶς γίνεται, φανερόν, ἅμα δὲ καὶ περὶ ἐπιστήμης ἀποδεικτικῆς· ταὐτὸν γάρ ἐστιν. περὶ δὲ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι καὶ τίς ἡ γνωρίζουσα ἕξις, ἐντεῦθεν ἔσται δῆλον τπροαπορήσασι πρῶτον.

Ὅτι μὲν οὖν οὐκ ἐνδέχεται ἐπίστασθαι διʼ ἀποδείξεως· μὴ γιγνώσκοντι τὰς πρώτας ἀρχὰς τὰς ἀμέσους, εἴρηται τπρότερον. τῶν δʼ ἀμέσων τὴν γνῶσιν, καὶ πότερον ἡ αὐτή ἐστιν ἢ οὐχ ἡ αὐτή, διαπορήσειεν ἄν τις, καὶ πότερον ἐπιστήμη ἑκατέρου ἢ οὐ, ἢ τοῦ μὲν ἐπιστήμη τοῦ δʼ ἕτερόν τι γένος, καὶ πότερον οὐκ ἐνοῦσαι αἱ ἔξεις ἐγγίνονται ἢ ἐνοῦσαι λελήθασιν. εἰ μὲν δὴ ἔχομεν αὐτάς, ἄτοπον· συμβαίνει γὰρ ἀκριβεστέρας ἔχοντας γνώσεις ἀποδείξεως λανθάνειν. εἰ δὲ λαμβάνομεν μὴ ἔχοντες πρότερον, πῶς ἄν γνοωρίοιμεν καὶ μανθάνοιμεν ἐκ μὴ προίῦπαρχούσης γνώσεως; ἀδύνατον γάρ, ὥσπερ καὶ ἐπὶ τῆς ἀποδείξεως ἐλέγομεν. φανερόν τοίνυν ὅτι οὔτʼ ἔχειν οἶόν τε, οὐὔτʼ ἀγνοοῦσι καὶ μηδεμίαν ἔχουσιν ἔξιν ἐγγίγνεσθαι. ἀνάγκη ἄρα ἔχειν μέν τινα δύναμεν, μὴ τοιαύτην δʼ ἔγειν ἢ ἔσται τούτων τμιωτέρα κατʼ ἀκρίβειαν. φαίνεται δὲ τοῦτό γε πᾶσιν ὑπάρχον τοῖς ἴὥοις. ἔχει γὰρ δύναμιν σύμφυτον κριτικήν, ἢν καλοῦσιν αἴσθησιν· ἐνούσης δʼ αἰσθήσεως τοῖς μὲν τῶν ἴὥων ἐγγίγνεται μονἡ τοῦ αἰσθήματος, τοῖς δʼ οὐκ ἐγγίγνεται. ὅσοις μὲν οὖν μὴ ἐγγίγνεται, ἢ ὅλως ἢ περὶ ἄ μὴ ἐγγίγνεται, οὐκ ἔστι τούτοις γνῶσις ἔξω τοῦ αἰσθάνεσθαι· ἐν οἷς δʼ ἔνεστιν αἰσθομένοις ἔχεινἔτι [*](100a) ἐν τῇ φυχῇ. πολλῶν δὲ τοιούτων γινομένων δή διαφορά τις γίνεται, ὥστε τοῖς μὲν γίνεσθαι λόγον ἐκ τῆς τῶν τοιούτων

183
μονῆς, τοῖς δὲ μή.

Ἐκ μὲν οὖν αἰσθήσεως γίνεται μνήμη. ὥσπερ λέγομεν, ἐκ δὲ μνήμης πολλάκις τοῦ αὐτοῦ γινομένης ἐμπειρία· αἱ γὰρ πολλαὶ μνῆμαι τῷ ἀριθμῷ ἐμπειρία μία ἐστίν. ἐκ δʼ ἐμπειρίας ἢ ἐκ παντὸς ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχῇ, τοῦ ἑνὸς παρὰ τὰ πολλά, ὃ ἂν ἐν ἅπασιν ἓν ἐνῇ ἐκείνοις τὸ αὐτό, τέχνης ἀρχὴ καὶ ἐπιστήμης, ἐὰν μὲν περὶ γένεσιν, τέχνης, ἐὰν δὲ περὶ τὸ ὄν, ἐπιστήμης. οὔτε δὴ ἐνυπάρχουσιν ἀφωρισμέναι αἱ ἕξεις, οὔτʼ ἀπʼ ἄλλων ἕξεων γίνονται γνωστικωτέρων, ἀλλʼ ἀπὸ αἰσθήσεως, οἷον ἐν μάχῃ τροπῆς γενομένης ἑνὸς στάντος ἕτερος ἔστη, εἶθ᾿ ἕτερος, ἕως ἐπὶ ἀρχὴν ἦλθεν. ἡ δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι πάσχειν τοῦτο. δʼ ἐλέχθη μὲν πάλαι, οὐ σαφῶς δὲ ἐλέχθη, πάλιν εἴπωμεν. στάντος γὰρ τῶν ἀδιαφόρων ἑνός, πρῶτον μὲν ἐν τῇ ψυχῇ καθόλου (καὶ γὰρ αἰσθάνεται μὲν τὸ καθʼ ἕκαστον, ἡ δʼ αἴσθησις τοῦ καθόλου ἐστίν, οἷον ἀνθρώπου, ἀλλʼ οὐ Καλλίου ἀνθρώπου)· πάλιν ἐν τούτοις [*](100b) ἵσταται, ἕως ἂν τὰ ἀμερῆ στῇ καὶ τὰ καθόλου, οἷον τοιονδὶ ζῷον, ἕως ζῷον, καὶ ἐν τούτῳ ὡσαύτως. δῆλον δὴ ὅτι ἡμῖν τὰ πρῶτα ἐπαγωγῇ γνωρίζειν ἀναγκαῖον· καὶ γὰρ ἡ αἴσθησις οὕτω τὸ καθόλου ἐμποιεῖ.

Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων αἷς ἀληθεύομεν αἱ μὲν ἀεὶ ἀληθεῖς εἰσιν, αἱ δὲ ἐπιδέχονται τὸ ψεῦδος, οἷον δόξα καὶ λογισμός, ἀληθῇ δʼ ἀεὶ ἐπιστήμη καὶ νοῦς, καὶ οὐδὲν ἐπιστήμης ἀκριβέστερον ἄλλο γένος ἢ νοῦς, αἱ δʼ ἀρχαὶ τῶν ἀποδείξεων γνωριμώτεραι, ἐπιστήμη δʼ ἅπασα μετὰ λόγου ἐστί, τῶν ἀρχῶν ἐπιστήμη μὲν οὐκ ἂν εἴη, ἐπεὶ δʼ οὐδὲν ἀληθέστερον ἐνδέχεται εἶναι ἐπιστήμης ἢ νοῦν, νοῦς ἂν εἴη τῶν· ἀρχῶν, ἔκ τε τούτων σκοποῦσι καὶ ὅτι ἀποδείξεως ἀρχὴ οὐκ ἀπόδειξις, ὥστ᾿ οὐδ᾿ ἐπιστήμης ἐπιστήμη. εἰ οὖν μηδὲν ἄλλο παῤ ἐπιστήμην γένος ἔχομεν ἀληθές, νοῦς ἂν εἴη ἐπιστήμης ἀρχή. καὶ ἡ μὲν ἀρχὴ τῆς ἀρχῆς εἴη ἄν, ἡ δὲ πᾶσα ὁμοίως ἔχει πρὸς τὸ πᾶν πρᾶγμα.