Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις:
  2. τάσδε γὰρ εὔφρονας[*](εὔφρονας Turnebus: εὐφράνας M) εὔφρονες ἀεὶ
  3. μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν
  4. ὀρθοδίκαιον
  5. πρέψετε πάντως[*](πάντως V: πάντες codd. cett.) διάγοντες.
Χορός
  1. <χαίρετε[*](χαίρετε add. Turnebus)> χαίρετ᾽ ἐν αἰσιμίαισι[*](ἐν αἰσιμίαισι Askew: ἐναισιμίαις M) πλούτου.