Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δι᾽ ὀργὰν ποινᾶς[*](ποινᾶς Fl Fa V: ποινὰς M)
  2. ἀντιφόνους ἄτας
  3. ἁρπαλίσαι πόλεως.
  4. χάρματα δ᾽ ἀντιδιδοῖεν
  5. κοινοφιλεῖ[*](κοινοφιλεῖ Hermann: κοινωφιλεῖ (ω ex ο factum) M) διανοίᾳ,
  6. καὶ στυγεῖν μιᾷ φρενί.
  7. πολλῶν γὰρ τόδ᾽ ἐν βροτοῖς ἄκος.
Ἀθηνᾶ
  1. ἆρα[*](ἆρα Fl V Fa: ἄρὰ M) φρονοῦσα[*](φρονοῦσα olim Hermann: φρονοῦσιν M) γλώσσης ἀγαθῆς
  2. ὁδὸν εὑρίσκεις;[*](εὑρίσκεις olim Hermann: εὑρίσκει codd.)
  3. ἐκ τῶν φοβερῶν τῶνδε προσώπων
  4. μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις:
  5. τάσδε γὰρ εὔφρονας[*](εὔφρονας Turnebus: εὐφράνας M) εὔφρονες ἀεὶ
  6. μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν