Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μὴ περᾶν ὅρον λοπῶν,[*](λοπῶν Wecklein: τόπων codd.)
  2. μηδ᾽ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,
  3. μῆλά τ᾽ εὐθενοῦντα Πᾶν[*](εὐθενοῦντα Πᾶν Meineke: εὐθενοῦντ᾽ ἄγαν codd.)
  4. ξὺν διπλοῖσιν[*](διπλοῖσιν Fl V: διπλοῖς M) ἐμβρύοις
  5. τρέφοι χρόνῳ τεταγμένῳ: γόνος <δ᾽ ἀεὶ[*](δ᾽ ἀεὶ add. Musgrave)>
  6. πλουτόχθων ἑρμαίαν
  7. δαιμόνων δόσιν τίοι.
Ἀθηνᾶ
  1. ἦ τάδ᾽ ἀκούετε, πόλεως φρούριον,
  2. οἷ᾽ ἐπικραίνει;[*](οἷ᾽ ἐπικραίνει Fl V: οἷα ἐπικραινεῖ (eraso ι) M) μέγα γὰρ δύναται
  3. πότνι᾽ Ἐρινὺς παρά τ᾽ ἀθανάτοις
  4. τοῖς θ᾽ ὑπὸ γαῖαν, περί τ᾽ ἀνθρώπων
  5. φανερῶς τελέως[*](φανερῶς τελέως suspectum: φανερῶν Casaubon) διαπράσσουσιν,
  6. τοῖς μὲν ἀοιδάς, τοῖς δ᾽ αὖ δακρύων[*](δακρύων Aldina: κρύων codd.)