Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πάσης ἀπήμον᾽ οἰζύος: δέχου δὲ σύ.
Χορός
  1. καὶ δὴ δέδεγμαι: τίς δέ μοι τιμὴ μένει;
Ἀθηνᾶ
  1. ὡς μή τιν᾽ οἶκον εὐθενεῖν[*](εὐθενεῖν Scaliger: εὐσθενεῖν codd.) ἄνευ σέθεν.
Χορός
  1. σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;
Ἀθηνᾶ
  1. τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
Χορός
  1. καί μοι πρόπαντος[*](πρόπαντος Abresch: προπαντὸς M) ἐγγύην θήσει χρόνου;