Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,
  2. ὡς μήποτ᾽ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ
  3. θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
  4. ἄτιμος ἔρρειν τοῦδ᾽ ἀπόξενος πέδου.
  5. ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας,
  6. γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,