Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς.
  2. κοίμα κελαινοῦ κύματος πικρὸν μένος
  3. ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί:
  4. πολλῆς δὲ χώρας τῆσδ᾽ ἔτ᾽[*](τῆσδ᾽ ἔτ᾽ Hermann: τῆσδέ τ᾽ codd.) ἀκροθίνια
  5. θύη πρὸ παίδων καὶ γαμηλίου τέλους
  6. ἔχουσ᾽ ἐς αἰεὶ τόνδ᾽ ἐπαινέσεις λόγον.