Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πολίταις ἔπαθον:
- ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς
- Νυκτὸς ἀτιμοπενθεῖς.
- οὐκ ἔστ᾽ ἄτιμοι, μηδ᾽ ὑπερθύμως ἄγαν
- θεαὶ βροτῶν στήσητε[*](κτίσητε Linwood) δύσκηλον χθόνα.
- κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;
- καὶ κλῇδας οἶδα δώματος[*](δώματος Casaubon: δωμάτων codd.) μόνη θεῶν,
- ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος:
- ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ: σὺ δ᾽ εὐπιθὴς[*](εὐπιθὴς Hermann: εὐπειθὴς codd.) ἐμοὶ
- γλώσσης ματαίας μὴ ᾽κβάλῃς ἔπη χθονί,[*](ἔπη χθονί Burges: ἐπὶ χθόνα codd.)
- καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς.
- κοίμα κελαινοῦ κύματος πικρὸν μένος
- ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί: