Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐμοὶ πίθεσθε[*](πίθεσθε Turnebus: πείθεσθε M) μὴ βαρυστόνως φέρειν.
  2. οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾽ ἰσόψηφος δίκη
  3. ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν:
  4. ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
  5. αὐτός θ᾽ ὁ χρήσας[*](χρήσας Turnebus: θήσας codd.) αὐτὸς ἦν ὁ μαρτυρῶν,
  6. ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.
  7. ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ
  8. βαρὺν κότον σκήψητε,[*](800-μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ βαρὺν κότον σκήψητε olim Weil: τε τῇδε γῇ βαρὺν κότον σκήψησθε μὴ θυμοῦσθε M) μηδ᾽ ἀκαρπίαν
  9. τεύξητ᾽, ἀφεῖσαι †δαιμόνων σταλάγματα,[*](codd. lectio corrupta)[*](δαΐων Pauw: πλευμόνων Wakefield: λαιμάτων Paley)[*](σταλαγμάτων Hermann)
  10. βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.
  11. ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι
  12. ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς
  13. λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις