Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὡς ἀμφίβουλος[*](ἀμφίβουλος Turnebus: ἀμφίβολος codd.) οὖσα θυμοῦσθαι πόλει.
Ἀθηνᾶ
  1. ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην:
  2. ψῆφον δ᾽ Ὀρέστῃ τήνδ᾽ ἐγὼ προσθήσομαι.
  3. μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μ᾽ ἐγείνατο,
  4. τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
  5. ἅπαντι θυμῷ, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός.