Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐγὼ δέ, Παλλάς, τἄλλα θ᾽ ὡς ἐπίσταμαι,
  2. τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,
  3. καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον,
  4. ὅπως γένοιτο πιστὸς ἐς τὸ πᾶν χρόνου
  5. καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον, θεά,
  6. καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι
  7. στέργειν τὰ πιστὰ[*](τὰ πιστὰ Fl V: τἄπιστα M) τῶνδε τοὺς ἐπισπόρους.
Ἀθηνᾶ
  1. ἤδη κελεύω τούσδ᾽ ἀπὸ γνώμης φέρειν
  2. ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;
Χορός
  1. ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.
  2. μένω δ᾽ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.
Ἀθηνᾶ
  1. τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽ ἄμομφος ὦ;
Ἀπόλλων
  1. ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽, ἐν δὲ καρδίᾳ
  2. ψῆφον φέροντες ὅρκον αἰδεῖσθε,[*](αἰδεῖσθε recc.: αἰδεῖσθαι, ε supra scr. M) ξένοι.
Ἀθηνᾶ
  1. κλύοιτ᾽ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,
  2. πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.
  3. ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ
  4. αἰεὶ δικαστῶν[*](δικαστῶν Canter: δ᾽ ἑκάστων M: pro αἰεὶ δ᾽ ἑκάστων coni. ἀσυνδέκαστον Kirchhoff) τοῦτο βουλευτήριον.
  5. πάγον δ᾽ Ἄρειον[*](Ἄρειον] fort. ἑδοῦνται Weil) τόνδ᾽, Ἀμαζόνων ἕδραν
  6. σκηνάς θ᾽, ὅτ᾽ ἦλθον Θησέως κατὰ φθόνον