Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι.
Ἀπόλλων
  1. ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,
  2. πέδαι μὲν ἂν λυθεῖεν,[*](πέδαι ... λυθεῖεν Weil: πέδας ... λύσειεν codd.) ἔστι τοῦδ᾽ ἄκος,[*](testantur Fl Fa V)
  3. καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος:
  4. ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾽ ἀνασπάσῃ κόνις
  5. ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις.