Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.
Ὀρέστης- ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανε.
Χορός- τοιγὰρ[*](τοὶ γὰρ M) σὺ μὲν ζῇς, ἡ δ᾽ ἐλευθέρα φόνῳ.[*](φόνῳ Schütz: φόνου M)
Ὀρέστης- τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;
Χορός- οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.
Ὀρέστης- ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;