Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πέποιθ᾽, ἀρωγὰς δ᾽ ἐκ τάφου πέμψει[*](πέμψει ex schol. Scaliger: πέμπει M) πατήρ.
Χορός
  1. νεκροῖσί νυν πέπισθι[*](πέπισθι Veitch: πέπεισθι M) μητέρα κτανών.
Ὀρέστης
  1. δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.[*](μιασμάτοιν Elmsley: μιασμάτων M)
Χορός
  1. πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.
Ὀρέστης
  1. ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανε.
Χορός
  1. τοιγὰρ[*](τοὶ γὰρ M) σὺ μὲν ζῇς, ἡ δ᾽ ἐλευθέρα φόνῳ.[*](φόνῳ Schütz: φόνου M)
Ὀρέστης
  1. τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;
Χορός
  1. οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.
Ὀρέστης
  1. ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;
Χορός
  1. πῶς γάρ σ᾽ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε,
  2. ζώνης; ἀπεύχι μητρὸς αἷμα φίλτατον;
Ὀρέστης
  1. ἤδη σὺ μαρτύρησον. ἐξηγοῦ δέ μοι,
  2. Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.