Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων
- γένοιτ᾽ ἂν ὀρθῶς πράγματος διδάσκαλος.
- πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.
- ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς.
- τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας.
- ἔκτεινα: τούτου δ᾽ οὔτις ἄρνησις πέλει.