Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
  2. ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
  3. καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
  4. ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
  5. εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
  6. σὺ δ᾽[*](δ᾽ Pearson: τ᾽ codd.) εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην: