Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην.
- ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος;
- πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἀξίαν κἀπ᾽ ἀξίων.[*](κἀπ᾽ ἀξίων Arnald: τ᾽ ἐπαξίων M)
- τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;
- λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
- τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ[*](ἀμυναθοῦ Dindorf: ἀμυνάθου codd.) ψόγον: