Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
  2. καὶ ξυνθανεῖσθαι· καὶ τάδʼ εὐόρκως ἔχει.
  3. ἴδεσθε δʼ αὖτε, τῶνδʼ ἐπήκοοι κακῶν,
  4. τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
  5. πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
  6. ἐκτείνατʼ αὐτὸ καὶ κύκλῳ παρασταδὸν
  7. στέγαστρον ἀνδρὸς δείξαθʼ, ὡς ἴδῃ πατήρ,
  8. οὐχ οὑμός, ἀλλʼ ὁ πάντʼ ἐποπτεύων τάδε
  9. Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
  10. ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
  11. ὡς τόνδʼ ἐγὼ μετῆλθον ἐνδίκως μόρον
  12. τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
  13. ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην·
  14. ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος,
  15. ἐξ οὗ τέκνων ἤνεγχʼ ὑπὸ ζώνην βάρος,
  16. φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν,