Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,
  2. βαρύδικος ποινά·
  3. ἔμολε δʼ ἐς δόμον τὸν Ἀγαμέμνονος
  4. διπλοῦς λέων, διπλοῦς Ἄρης.
  5. ἔλασε δʼ ἐς τὸ πᾶν
  6. ὁ πυθόχρηστος φυγὰς
  7. θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
Χορός
  1. ἐπολολύξατʼ ὦ δεσποσύνων δόμων
  2. ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς
  3. ὑπαὶ δυοῖν μιαστόροιν,
  4. δυσοίμου τύχας.
Χορός
  1. ἔμολε δʼ ᾧ μέλει κρυπταδίου μάχας
  2. δολιόφρων ποινά·
  3. ἔθιγε δʼ ἐν μάχᾳ χερὸς ἐτήτυμος
  4. Διὸς κόρα—Δίκαν δέ νιν
  5. προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς—