Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. καὶ τόνδε τοίνυν Μοῖρʼ ἐπόρσυνεν μόρον.
Κλυταιμνήστρα
  1. οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;
Ὀρέστης
  1. τεκοῦσα γάρ μʼ ἔρριψας ἐς τὸ δυστυχές.
Κλυταιμνήστρα
  1. οὔτοι σʼ ἀπέρριψʼ εἰς δόμους δορυξένους.
Ὀρέστης
  1. αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
Κλυταιμνήστρα
  1. ποῦ δῆθʼ ὁ τῖμος, ὅντινʼ ἀντεδεξάμην;