Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
  2. ῥοπὴ δʼ ἐπισκοπεῖ δίκας
  3. ταχεῖα τοὺς μὲν ἐν φάει,
  4. τὰ δʼ ἐν μεταιχμίῳ σκότου
  5. μένει χρονίζοντας ἄχη βρύει,
  6. τοὺς δʼ ἄκραντος ἔχει νύξ.
Χορός
  1. διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦ
  2. τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
  3. διαλγὴς δʼ ἄτα διαφέρει
  4. τὸν αἴτιον παναρκέτας νόσου βρύειν.
Χορός
  1. θιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίων
  2. ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
  3. προβαίνοντες τὸν χερομυσῆ
  4. φόνον καθαίροντες ἴθυσαν μάταν.
Χορός
  1. ἐμοὶ δʼ —ἀνάγκαν γὰρ ἀμφίπτολιν
  2. θεοὶ προσήνεγκαν· ʽἐκ γὰρ οἴκων
  3. πατρῴων δούλιόν μʼ ἐσᾶγον αἶσαν̓—
  4. δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον
  5. βίᾳ φρενῶν αἰνέσαι
  6. πικρὸν στύγος κρατούσῃ.