Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών·
  2. παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
  3. θανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον,
  4. τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.
  5. ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα.
  6. αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.