Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν.
  2. τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
  3. ἰὼ πάνοιζυς ἑστία,
  4. ἰὼ κατασκαφαὶ δόμων.
  5. ἀνήλιοι βροτοστυγεῖς
  6. δνόφοι καλύπτουσι δόμους
  7. δεσποτῶν θανάτοισι.
Χορός
  1. σέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν
  2. διʼ ὤτων φρενός τε
  3. δαμίας περαῖνον
  4. νῦν ἀφίσταται. φοβεῖ-
  5. ται δέ τις. τὸ δʼ εὐτυχεῖν,
  6. τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.
  7. ῥοπὴ δʼ ἐπισκοπεῖ δίκας
  8. ταχεῖα τοὺς μὲν ἐν φάει,
  9. τὰ δʼ ἐν μεταιχμίῳ σκότου