Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τοιαῦτʼ ἀκούων ἐν φρεσὶν γράφου ˘ ¯.
Χορός
  1. διʼ ὤτων δὲ συν-
  2. τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
  3. τὰ μὲν γὰρ οὕτως ἔχει,
  4. τὰ δʼ αὐτὸς ὄργα μαθεῖν.
  5. πρέπει δʼ ἀκάμπτῳ μένει καθήκειν.
Ὀρέστης
  1. σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.
Ἠλέκτρα
  1. ἐγὼ δʼ ἐπιφθέγγομαι κεκλαυμένα.
Χορός
  1. στάσις δὲ πάγκοινος ἅδʼ ἐπιρροθεῖ·
  2. ἄκουσον ἐς φάος μολών,
  3. ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.
Ὀρέστης
  1. Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.
Ἠλέκτρα
  1. ἰὼ θεοί, κραίνετʼ ἐνδίκως δίκας.
Χορός
  1. τρόμος μʼ ὑφέρπει κλύουσαν εὐγμάτων.
  2. τὸ μόρσιμον μένει πάλαι,
  3. εὐχομένοις δʼ ἂν ἔλθοι.
Χορός
  1. ὦ πόνος ἐγγενὴς
  2. καὶ παράμουσος Ἄτας