Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. προσφανεῖσά μοι καλῶς.
Ἠλέκτρα
  1. τί δʼ ἂν φάντες τύχοιμεν ἢ τά περ
  2. πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
  3. πάρεστι σαίνειν, τὰ δʼ οὔτι θέλγεται.
  4. λύκος γὰρ ὥστʼ ὠμόφρων
  5. ἄσαντος ἐκ ματρός ἐστι θυμός.
Χορός
  1. ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας
  2. νόμοις ἰηλεμιστρίας,
  3. ἀπριγδόπληκτα πολυπλάνητα δʼ ἦν ἰδεῖν
  4. ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα
  5. ἄνωθεν ἀνέκαθεν, κτύπῳ δʼ ἐπερρόθει
  6. κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
Ἠλέκτρα
  1. ἰὼ ἰὼ δαΐα
  2. πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς
  3. ἄνευ πολιτᾶν ἄνακτʼ,
  4. ἄνευ δὲ πενθημάτων