Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τάφος δʼ ἱκέτας δέδεκται
  2. φυγάδας θʼ ὁμοίως.
  3. τί τῶνδʼ εὖ, τί δʼ ἄτερ κακῶν;
  4. οὐκ ἀτρίακτος ἄτα;
Χορός
  1. ἀλλʼ ἔτʼ ἂν ἐκ τῶνδε θεὸς χρῄζων
  2. θείη κελάδους εὐφθογγοτέρους·
  3. ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
  4. παιὰν μελάθροις ἐν βασιλείοις
  5. νεοκρᾶτα φίλον κομίσειεν.
Ὀρέστης
  1. εἰ γὰρ ὑπʼ Ἰλίῳ
  2. πρός τινος Λυκίων, πάτερ,
  3. δορίτμητος κατηναρίσθης·
  4. λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
  5. τέκνων τʼ ἐν κελεύθοις
  6. ἐπιστρεπτὸν αἰῶ
  7. κτίσας πολύχωστον ἂν εἶχες