Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
- οὔτοι προδώσει Λοξίου μεγασθενὴς
- χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
- κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
- ἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος,
- εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·