Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς
- θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
- οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω,
- ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
- ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
- καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
- πατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθεν
- ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
- οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλιν
- πέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς·
- οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴν
- βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
- κόμιζʼ, ἀπὸ σμικροῦ δʼ ἂν ἄρειας μέγαν
- δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
- ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
- σιγᾶθʼ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
- γλώσσης χάριν δὲ πάντʼ ἀπαγγείλῃ τάδε
- πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμʼ ἐγώ ποτε