Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
Ὀρέστης
  1. εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.
Ἠλέκτρα
  1. καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
Ὀρέστης
  1. σύνοιδʼ Ὀρέστην πολλά σʼ ἐκπαγλουμένην.
Ἠλέκτρα
  1. καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
Ὀρέστης
  1. ὅδʼ εἰμί· μὴ μάτευʼ ἐμοῦ μᾶλλον φίλον.