Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ὅπως δίφροντις οὖσα μὴ ʼκινυσσόμην,
  2. ἀλλʼ εὖ ʼσαφήνει τόνδʼ ἀποπτύσαι πλόκον,
  3. εἴπερ γʼ ἀπʼ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
  4. ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ
  5. ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.
  6. ἀλλʼ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
  7. οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
  8. στροβούμεθʼ· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
  9. σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν.
  10. καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
  11. ποδῶν ὅμοιοι τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς—
  12. καὶ γὰρ δύʼ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
  13. αὐτοῦ τʼ ἐκείνου καὶ συνεμπόρου τινός.
  14. πτέρναι τενόντων θʼ ὑπογραφαὶ μετρούμεναι
  15. εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
  16. πάρεστι δʼ ὠδὶς καὶ φρενῶν καταφθορά.
Ὀρέστης
  1. εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
  2. εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.