Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἢ πατρὶ τὠμῷ τάσδʼ ἐπεικάσας τύχω
- χοὰς φερούσας νερτέροις μειλίγματα;
- οὐδέν ποτʼ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
- στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
- πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον
- πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.