Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
- ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
- ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
- κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
- εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν
- ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
- ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ·
- ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγὼ.
- ἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρων
- θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
- ὅδε τοι μελάθροις τοῖς βασιλείοις
- τρίτος αὖ χειμὼν
- πνεύσας γονίας ἐτελέσθη.
- παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
- μόχθοι τάλανές τε Θυέστου·
- δεύτερον ἀνδρὸς βασίλεια πάθη·