Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
- μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός.
- τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένει
- καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
- λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχοις ὑπέρτερον.
- αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
- λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
- λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
- φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.
- τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
- πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
- ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε;
- αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι.
- τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει;
- μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως.
- εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
- τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—
- τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη.
- ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα—
- πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;