Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.
- ἐγώ σ᾽ ἔθρεψα, σὺν[*](σὺν Auratus: νῦν M) δὲ γηράναι θέλω.
- πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
- ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
- καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν[*](ἐπώρσυνεν M) μόρον.
- οὐδὲν σεβίζει[*](σὲ βίζηι M, σεβίζηι m) γενεθλίους ἀράς, τέκνον;