Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κείσει. θανόντα δ᾽ οὔτι μὴ προδῷς ποτε.
Κλυταιμνήστρα
  1. ἐπίσχες, ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι,[*](δ᾽ αἴδεσαι Sophianus: δήσεται M) τέκνον,
  2. μαστόν, πρὸς ᾧ[*](ᾧ σὺ Robortello: ὠκὺ M) σὺ πολλὰ δὴ βρίζων ἅμα
  3. οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Ὀρέστης
  1. Πυλάδη, τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν;
Πυλαδης
  1. ποῦ δὴ[*](δὴ Auratus: δαὶ M) τὰ λοιπὰ Λοξίου μαντεύματα