Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
  2. γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς[*](δειματοσταγὲς Victorius: δειματοστάγ᾽ ἐς M) φόνῳ
  3. τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.[*](ἐλκαίνουσι καὶ δεδηγμένοις Bamberger: e)lkai/nonti kai\ dedhgme/nw| M)
  4. πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;
  5. ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
  6. πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;