Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. στύγος κρατούσῃ. δακρύω δ᾽ ὑφ᾽ εἱμάτων
  2. ματαίοισι δεσποτᾶν
  3. τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.[*](παχνουμένη Turnebus: παχνουμένην M)
Ἠλέκτρα
  1. δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
  2. ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ
  3. πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι:
  4. τί φῶ[*](τί φῶ H. L. Ahrens: τύφῳ δεͅ M) χέουσα τάσδε κηδείους χοάς;
  5. πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξομαι[*](κατεύξωμαι turnebus: κατεύξομαι M) πατρί;
  6. πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
  7. γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;
  8. τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ,
  9. χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.[*](91-2 post 95 transponit Weil)
  10. ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
  11. ἔσθλ᾽[*](ἔσθλ᾽ Elmsley: ἴσ᾽ Bamberger: ἔσψτ᾽ M) ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
  12. στέφη, δόσιν γε[*](γε Stanley: τε M) τῶν κακῶν ἐπαξίαν;
  13. ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
  14. πατήρ, τάδ᾽ ἐκχέασα,[*](ἐκχέασα Dindorf: ἐκχέουσα M) γάποτον χύσιν,
  15. στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν
  16. δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
  17. τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι: