Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν[*](δολίαν Pauw: δολία M)
  2. ξυγκαταβῆναι, χθόνιον δ᾽ Ἑρμῆν[*](Ε᾽ρμῆν Turnebus: ἑρμῆα M)
  3. [καὶ τὸν νύχιον[*](καὶ τὸν νύχιον seclusit Hermann)] τοῖσδ᾽ ἐφοδεῦσαι
  4. ξιφοδηλήτοισιν ἀγῶσιν.
  1. ἔοικεν ἁνὴρ[*](ἁνὴρ Proson: ἀνὴρ M) ὁ ξένος τεύχειν κακόν:
  2. τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.