Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τοὺς μέν[*](μέν Stanley: δ᾽ ἕν M) τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
Ὀρέστης
  1. ἁπλοῦς ὁ μῦθος: τήνδε μὲν στείχειν[*](στείχειν Porson: στίχειν M) ἔσω,
  2. αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
  3. ὡς ἂν δόλῳ κτείναντες[*](κτείναντες Robortello: κτείναντας M) ἄνδρα τίμιον
  4. δόλοισι[*](δόλοισι Hartung: δόλῳ τε M) καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ
  5. θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,