Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν[*](συμπίτνουσιν M: συμπίτουσιν m) ἵμεροι,
  2. θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,
  3. καὶ πρὸς πιέζει[*](πρὸς πιέζει abresch: προσπιέζει M) χρημάτων ἀχηνία,
  4. τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
  5. Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
  6. δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.