Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου[*](ἐξηύχου Robortello: ἐξηύκου M) πάλαι.
- καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
- σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην.[*](ἐκπαγλουμένην Robortello: ἐκπαγλουμένης M)
- καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
- ὅδ᾽ εἰμί: μὴ μάτευ᾽[*](μάτευ᾽ G: μάστευ᾽ M) ἐμοῦ μᾶλλον φίλον.
- ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις;