Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. φρόνημα παισὶ δύσθεον πεπαμένη.
  2. ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω,
  3. εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου
  4. βροτῶν Ὀρέστου—σαίνομαι[*](σαίνομαι] σαι alia manu scr. M) δ᾽ ὑπ᾽ ἐλπίδος.
  5. φεῦ.
  6. εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην,
  7. ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην,[*](μὴ᾽ κινυσσόμην Turnebus: μὴκηννυσσομην M)