Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. λέγοις ἄν: ὀρχεῖται δὲ καρδία φόβῳ.
Ἠλέκτρα
  1. ὁρῶ[*](ἄν: ὀρχεῖται Turnebus: ἀνορχεῖται M) τομαῖον τόνδε βόστρυχον τάφῳ.
Χορός
  1. τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης;
Ἠλέκτρα
  1. εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι.
Χορός
  1. πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
Ἠλέκτρα
  1. οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό[*](κείραιτό Turnebus: κείρετό M) νιν.