Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
- λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
- φθέγγου χέουσα κεδνὰ[*](κεδνὰ Hartung: σεμνὰ M) τοῖσιν εὔφροσιν.
- τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
- πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
- ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι[*](ἐπεμ́ξωμαι Dobree: ἐπεύξομαι M) τάδε;