Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- εἷς σοὶ[*](εἷς σοὶ Erfurdt: εἰσω mutatum in εἰσσ᾽ ὁ M) καθαρμός: Λοξίας[*](Λοξίας Auratus: λοξίου M) δὲ προσθιγὼν
- ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
Ὀρέστης- ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ:
- ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽[*](κοὐκέτ᾽ ἂν μείναιμ᾽ Robortello: κοὐκ ἔτ᾽ ἀμμείναιμ᾽ M) ἐγώ.