Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐξωτέρω: φέρουσι γὰρ νικώμενον
  2. φρένες δύσαρκτοι: πρὸς δὲ καρδίᾳ φόβος
  3. ᾄδειν ἕτοιμος ἠδ᾽ ὑπορχεῖσθαι κότῳ.
  4. ἕως δ᾽ ἔτ᾽[*](ἕως δ᾽ ἔτ᾽ Robortello: ἕως δέ τ᾽ m: nihil M) ἔμφρων εἰμί, κηρύσσω φίλοις,
  5. κτανεῖν τέ φημι μητέρ᾽ οὐκ ἄνευ δίκης,
  6. πατροκτόνον μίασμα καὶ θεῶν στύγος.