Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
  2. θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν·
  3. ὅταν δὲ τεύχῃ Ζεὺς ἀπʼ ὄμφακος πικρᾶς
  4. οἶνον, τότʼ ἤδη ψῦχος ἐν δόμοις πέλει,
  5. ἀνδρὸς τελείου δῶμʼ ἐπιστρωφωμένου.
  6. Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·
  7. μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.
Χορός
  1. τίπτε μοι τόδʼ ἐμπέδως
  2. δεῖμα προστατήριον