Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς
  2. τήνδʼ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς
  3. θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
  4. ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
  5. αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
  6. ἄνθος, στρατοῦ δώρημʼ, ἐμοὶ ξυνέσπετο.
  7. ἐπεὶ δʼ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
  8. εἶμʼ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
Κλυταιμήστρα
  1. ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;