Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τοσόνδʼ ὅσον περ οὗτος ἦν ὑπʼ Ἰλίῳ.
- τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα
- ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,
- πολλὰς κλύουσαν κληδόνας παλιγκότους·
- καὶ τὸν μὲν ἥκειν, τὸν δʼ ἐπεσφέρειν κακοῦ
- κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις.
- καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν
- ἀνὴρ ὅδʼ, ὡς πρὸς οἶκον ὠχετεύετο
- φάτις, τέτρηται δικτύου πλέον λέγειν.