Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος·
  2. εἴτʼ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω.
  3. τὰ δʼ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
  4. κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
  5. βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον
  6. ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον·
  7. ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
  8. ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως
  9. πειρασόμεσθα πῆμʼ ἀποστρέψαι νόσου.